36.17.10 ὁ γὰρ τυχὼν τῶν ἀνθρώπων ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ διʼ αὑτῶν, μεταθέμενοι τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες, ἵνα τρέφηται τὰ γινόμενα. περὶ τούτων οὔτε μάντεων οὔτε τερατειῶν χρεία.
36.17.11 ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ μέρος.
36.17.12 ἀλλʼ ἐπʼ ἐκείνων ἐφʼ ὧν ἀλήπτους ἢ δυσλήπτους εἶναι τὰς αἰτίας συμβαίνει, διαπορητέον· ὧν ἓν ἦν καὶ τὸ περὶ Μακεδόνας γεγενημένον.
36.17.13 Μακεδόνες μὲν γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φόνων ἐμφυλίων διὰ τῆς Ῥωμαίων φιλοτιμίας· ἅμα δυσμενείας μὲν ἢ βλάβης τῆς ἐν τοῖς πρότερον καιροῖς πρὸς Ῥωμαίους ἔτι γεύ φιλ πόλεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίππου πρῶτον μὲν πρ εξετοι διῄτ πολλοὺς μὲν ἀν φρ πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευθέντας καὶ στρεβλωθέντας καὶ φονευθέντας ἢ τῶν ἐν τοῖς πρότερον καιροῖς ὑπὸ τῶν κατʼ ἀλήθειαν βασι ἤδη τοῦτο γε εχ ῶς απαντεςι ἐπὶ το εἴ αι τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς ὑβρίζ καὶ πλείστοις εμος τῶν βρ καὶ Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι· ἐν ἀδικ τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς αὐτοὺς παρανομημάτων· οἱ δὲ τὸ