Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.17.8 Polyb. 36.17.16 (English) >>Polyb. 37.1.1

36.17.13 Μακεδόνες μὲν γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φόνων ἐμφυλίων διὰ τῆς Ῥωμαίων φιλοτιμίας· ἅμα δυσμενείας μὲν βλάβης τῆς ἐν τοῖς πρότερον καιροῖς πρὸς Ῥωμαίους ἔτι γεύ φιλ πόλεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίππου πρῶτον μὲν πρ εξετοι διῄτ πολλοὺς μὲν ἀν φρ πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευθέντας καὶ στρεβλωθέντας καὶ φονευθέντας τῶν ἐν τοῖς πρότερον καιροῖς ὑπὸ τῶν κατʼ ἀλήθειαν βασι ἤδη τοῦτο γε εχ ῶς απαντεςι ἐπὶ το εἴ αι τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς ὑβρίζ καὶ πλείστοις εμος τῶν βρ καὶ Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι· ἐν ἀδικ τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς αὐτοὺς παρανομημάτων· οἱ δὲ τὸ 36.17.14 πολλῶν τε μετὰ μὲν τοῦ Δημητρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥωμαίους ἡττήθησαν, ἀνδρὶ δὲ στυγνῷ συναγωνιζόμενοι καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθήσαντες ἐνίκησαν Ῥωμαίους. 36.17.15 ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορήσειεν ἐπὶ τῷ συμβάντι; τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές. 36.17.16 διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπηντῆσθαι. δῆλον δʼ ἔστιν ἐκ τῶν λέγεσθαι μελλόντων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.17.8 Polyb. 36.17.16 (English) >>Polyb. 37.1.1

Powered by PhiloLogic