Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.5.7 Polyb. 36.6.5 (English) >>Polyb. 36.8.3

36.6.2 τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις ὀρθὴ καὶ περίφοβος ἦν πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. 36.6.3 οὐ μὴν ἀλλʼ ἔδοξεν αὐτοῖς πρεσβευτὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ ποιεῖν καὶ διασαφήσοντας ὅτι πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμοι πάντες εἰσίν. 36.6.4 τῶν δὲ πρεσβευτῶν ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολήν, καὶ τοῦ συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις διελέγοντο κατὰ τὰς ἐντολάς. 36.6.5 δὲ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν ἐκέλευε παραδιδόναι τά θʼ ὅπλα καὶ τὰ βέλη πάντα χωρὶς δόλου καὶ ἀπάτης. 36.6.6 οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δʼ αὐτοὺς ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως ταῦτα ἔδωκαν. — 36.6.7

Δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν· πλείονα γὰρ εἴκοσι μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας δισχιλίους. —

36.7.1

Ἁπλῶς δʼ οὐδὲν εἶδος τῶν μελλόντων ἔγνωσαν, 36.7.2 ἐξ αὐτῆς δὲ τῆς ἐμφάσεως ὀττευόμενοι τῶν πρέσβεων εἰς παντοδαπὰς οἰμωγὰς καὶ θρήνους ἐνέπιπτον. — 36.7.3

Οἱ δὲ πάντες ἅμʼ ἀνακεκραγότες ἐξ αὐτῆς οἱονεὶ παρελύθησαν. 36.7.4 ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆθος, οὐκέτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν, ἀλλʼ οἱ μὲν ἐπὶ τοὺς πρεσβευτὰς ὥρμων, ὡς αἰτίους σφίσι τῶν κακῶν ὄντας τούτων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.5.7 Polyb. 36.6.5 (English) >>Polyb. 36.8.3

Powered by PhiloLogic