Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.7 Polyb. 36.8 (English) >>Polyb. 36.9

36.8.1

Ἀμίλκας, καὶ Φαμέας, Καρχηδονίων στρατηγός, ὃς ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμικὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός. — 36.8.2

Οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπεβάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ. —

Τὰς προφυλακὰς βλέπων Φαμέας, 36.8.3 ὢν οὐκ ἄψυχος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. καί ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν ἀπότομον ἐπέστη καὶ πλείω χρόνον. — 36.8.4

Αἱ δὲ σημεῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς βουνόν· καὶ πάντων δόντων γνώμας Σκιπίων ἔφη, 36.8.5 ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν τοῦ δρᾶσαι κακῶς τοὺς ἐχθρούς. — 36.8.6

Οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπʼ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. —

Πολύβιος· 36.8.7 ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας

οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. — 36.8.8

Οἱ δὲ Ῥωμαῖοι ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.7 Polyb. 36.8 (English) >>Polyb. 36.9

Powered by PhiloLogic