Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.7.3 Polyb. 36.8.7 (English) >>Polyb. 36.9.6

36.8.3 ὢν οὐκ ἄψυχος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. καί ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν ἀπότομον ἐπέστη καὶ πλείω χρόνον. — 36.8.4

Αἱ δὲ σημεῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς βουνόν· καὶ πάντων δόντων γνώμας Σκιπίων ἔφη, 36.8.5 ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν τοῦ δρᾶσαι κακῶς τοὺς ἐχθρούς. — 36.8.6

Οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπʼ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. —

Πολύβιος· 36.8.7 ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας

οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. — 36.8.8

Οἱ δὲ Ῥωμαῖοι ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων

II. Res Graeciae 36.9.1

Ὅτι περὶ Καρχηδονίων, ὅτε κατεπολέμησαν αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατὰ τὸν Ψευδοφίλιππον. 36.9.2 τὰ μὲν οὖν περὶ Καρχηδονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς διαλήψεις· 36.9.3 ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύσασθαι περὶ τῆς δυναστείας·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.7.3 Polyb. 36.8.7 (English) >>Polyb. 36.9.6

Powered by PhiloLogic