Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.7.5 Polyb. 36.9.1 (English) >>Polyb. 36.9.9

36.8.6

Οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπʼ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. —

Πολύβιος· 36.8.7 ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας

οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. — 36.8.8

Οἱ δὲ Ῥωμαῖοι ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων

II. Res Graeciae 36.9.1

Ὅτι περὶ Καρχηδονίων, ὅτε κατεπολέμησαν αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατὰ τὸν Ψευδοφίλιππον. 36.9.2 τὰ μὲν οὖν περὶ Καρχηδονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς διαλήψεις· 36.9.3 ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύσασθαι περὶ τῆς δυναστείας· 36.9.4 τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐτοὺς πόλιν ὑπὲρ τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυναμένην ἀμφισβητῆσαι σὺν καιρῷ, ταύτην ἐπανελομένους βεβαιῶσαι τῇ σφετέρᾳ πατρίδι τὴν ἀρχὴν νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων. 36.9.5

Ἔνιοι δὲ τούτοις ἀντέλεγον, φάσκοντες οὐ ταύτην ἔχοντας αὐτοὺς τὴν προαίρεσιν κατεκτῆσθαι τὴν ἡγεμονίαν καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων ἐκτρέπεσθαι φιλαρχίαν καὶ βραδύτερον μὲν ἐκείνων ὁρμᾶν, ἥξειν δʼ ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προφαινομένων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.7.5 Polyb. 36.9.1 (English) >>Polyb. 36.9.9

Powered by PhiloLogic