Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.9.6 Polyb. 36.9.13 (English) >>Polyb. 36.10.1

36.9.10 νῦν δὲ πάντα περὶ τοὺς Καρχηδονίους διʼ ἀπάτης καὶ δόλου κεχειρικέναι, κατὰ βραχὺ τὸ μὲν προτείνοντας, τὸ δʼ ἐπικρυπτομένους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας τοῦ βοηθεῖν αὐτοῖς τοὺς συμμάχους. 36.9.11 τοῦτο δὲ μοναρχικῆς πραγματοποιίας οἰκεῖον εἶναι μᾶλλον πολιτικῆς καὶ Ῥωμαϊκῆς αἱρέσεως καὶ προσεοικὸς ἀσεβήματι καὶ παρασπονδήματι κατὰ τὸν ὀρθὸν λόγον. ἦσαν δέ τινες οἱ καὶ τούτοις ἀντιλέγοντες. 36.9.12 εἰ μὲν γὰρ πρὶν δοῦναι τοὺς Καρχηδονίους τὴν ἐπιτροπὴν αὑτῶν οὕτως ἐχείριζον τὰ πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνοντες, τὰ δὲ παραγυμνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους 36.9.13 φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους , τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω κατὰ τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκέτι τὸ γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι καὶ μὴν οὐδὲ παρασπονδήματι μικροῦ δεῖν· ἔνιοι δʼ ἔφασαν οὐκ ἀδικήματι τὸ παράπαν· 36.9.14 τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων· 36.9.15 ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.9.6 Polyb. 36.9.13 (English) >>Polyb. 36.10.1

Powered by PhiloLogic