Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.9.10 Polyb. 36.9.15 (English) >>Polyb. 36.10.5

36.9.13 φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους , τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω κατὰ τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκέτι τὸ γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι καὶ μὴν οὐδὲ παρασπονδήματι μικροῦ δεῖν· ἔνιοι δʼ ἔφασαν οὐκ ἀδικήματι τὸ παράπαν· 36.9.14 τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων· 36.9.15 ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον· 36.9.16 ὧν οὐδὲν κατὰ τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους· οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδʼ εἰς τοὺς γονεῖς οὐδʼ εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρκους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δʼ ἐναντίον αὐτοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβήκασι. 36.9.17 καὶ μὴν οὐδὲ νόμους οὐδʼ ἐθισμοὺς οὐδὲ τὴν κατʼ ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν ἐπιτροπὴν παρʼ ἑκόντων βούλοιντο πράττειν, οὐ πειθαρχούντων τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσάγειν τὴν ἀνάγκην.

36.10.1

Περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων ταῦτʼ ἐλέγετο·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.9.10 Polyb. 36.9.15 (English) >>Polyb. 36.10.5

Powered by PhiloLogic