Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.1.1 Polyb. 38.1.6 (English) >>Polyb. 38.2.4

38.1.3 οὐ γὰρ μόνον ἀφʼ ὧν ἔπαθον ἐλεήσαι τις ἂν τοὺς Ἕλληνας, ἔτι δὲ μᾶλλον ἐφʼ οἷς ἔπραξαν ἠτυχηκέναι νομίσειε, πυθόμενος περὶ ἑκάστων τὰς ἀληθείας. 38.1.4 δοκοῦντος γοῦν μεγίστου πάθους γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους οὐκ ἔλαττον ἄν τις ἡγήσαιτο, κατὰ δέ τι μεῖζον τὸ περὶ τὴν Ἑλλάδα τότε συμβάν. 38.1.5 οἱ μὲν γὰρ τόπον ἔσχατον ἀπολογίας γε πρὸς τοὺς ἐπιγινομένους περὶ σφῶν ἀπέλειπον, οὗτοι δʼ οὐδʼ ἀφορμὴν εὔλογον ἔδοσαν τοῖς βουλομένοις σφίσι βοηθεῖν ὑπὲρ τῶν ἡμαρτημένων. 38.1.6 καὶ Καρχηδόνιοι μὲν ἅμα ταῖς περιπετείαις ἄρδην ἀφανισθέντες ἀνεπαίσθητοι τῶν σφετέρων εἰς τὸ μέλλον ἐγένοντο συμπτωμάτων, οἱ δʼ Ἕλληνες ἐφορῶντες τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων παραδόσιμον ἐποίησαν τὴν ἀκληρίαν. 38.1.7 ὥστε καθʼ ὅσον τοὺς ζῶντας μετὰ τιμωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐτοῖς τοῖς δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ τὰς τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον τῶν συμβάντων Καρχηδονίοις, 38.1.8 ἐὰν μή τις ἀφροντιστῶν τοῦ καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ τὸ συμφέρον ἀποβλέπων ποιῆται τὴν ἀπόφασιν. 38.1.9 ὅτι δʼ ἔστι τὸ νῦν εἰρημένον ὑφʼ ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ παραθεὶς τὰς δοκούσας μεγίστας συμφορὰς γεγονέναι κατὰ τὴν Ἑλλάδα πρὸς τὰ νῦν ὑφʼ ἡμῶν λεγόμενα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.1.1 Polyb. 38.1.6 (English) >>Polyb. 38.2.4

Powered by PhiloLogic