Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.1.1 Polyb. 38.1.8 (English) >>Polyb. 38.2.8

38.1.6 καὶ Καρχηδόνιοι μὲν ἅμα ταῖς περιπετείαις ἄρδην ἀφανισθέντες ἀνεπαίσθητοι τῶν σφετέρων εἰς τὸ μέλλον ἐγένοντο συμπτωμάτων, οἱ δʼ Ἕλληνες ἐφορῶντες τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων παραδόσιμον ἐποίησαν τὴν ἀκληρίαν. 38.1.7 ὥστε καθʼ ὅσον τοὺς ζῶντας μετὰ τιμωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐτοῖς τοῖς δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ τὰς τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον τῶν συμβάντων Καρχηδονίοις, 38.1.8 ἐὰν μή τις ἀφροντιστῶν τοῦ καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ τὸ συμφέρον ἀποβλέπων ποιῆται τὴν ἀπόφασιν. 38.1.9 ὅτι δʼ ἔστι τὸ νῦν εἰρημένον ὑφʼ ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ παραθεὶς τὰς δοκούσας μεγίστας συμφορὰς γεγονέναι κατὰ τὴν Ἑλλάδα πρὸς τὰ νῦν ὑφʼ ἡμῶν λεγόμενα.

38.2.1

Μέγιστον τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς Ἕλλησι κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην· τότε γὰρ ἐκινδύνευσαν μὲν πάντες, 38.2.2 ἔπταισαν δὲ τελέως ὀλίγιστοι, μάλιστα δὲ τούτων Ἀθηναῖοι· 38.2.3 προϊδόμενοι γὰρ ἐμφρόνως τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα μετὰ τέκνων καὶ γυναικῶν. 38.2.4 βλάβην μὲν οὖν καιρὸς αὐτοῖς ἐπήνεγκε· κύριοι γὰρ γενηθέντες οἱ βάρβαροι πικρῶς διέφθειραν τὰς Ἀθήνας· οὐ μὴν ὄνειδος οὐδʼ αἰσχύνην, τὸ δʼ ἐναντίον εὔκλειαν παρὰ πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπηνέγκαντο διότι πάντʼ ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο κοινωνεῖν τοῖς ἄλλοις Ἕλλησι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.1.1 Polyb. 38.1.8 (English) >>Polyb. 38.2.8

Powered by PhiloLogic