Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.10.6 Polyb. 38.11.1 (English) >>Polyb. 38.11.8

38.10.11 διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις , ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου. 38.10.12 ταῦτα δʼ ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος. 38.10.13 καὶ τοῦτʼ εἰκότως συνέβαινε γίνεσθαι διʼ ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων.

38.11.1

Τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ. 38.11.2 παραγενομένων γὰρ εἰς τὴν Τεγέαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λακεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Ἀχαιοὺς τήν τε περὶ τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων ἐπισκεψομένους, 38.11.3 συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τεγέαν. 38.11.4 μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν Σέξτον ἦλθε, 38.11.5 γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον, ἣν ἔδει γενέσθαι μετὰ μῆνας ἕξ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.10.6 Polyb. 38.11.1 (English) >>Polyb. 38.11.8

Powered by PhiloLogic