38.13.4 καὶ τούτων πίστιν ἔφερεν· ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στρατίον πάντα τὰ λεγόμενα διʼ ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γνάιον.
38.13.5 τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δʼ ὁρκιζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημένων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσεδέχοντο τὰς διαβολάς.
38.13.6 ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους·
38.13.7 καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς ἂν ἐπὶ στρατηγίαν αἱρήσονται· διʼ οὗ τρόπου τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν.
38.13.8
Οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος·
38.13.9 τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρεν κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δʼ Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. —