38.15.2 ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων.
38.15.3 διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας πέμπειν εἰς τὴν Κόρινθον.
38.15.4 ἐμέρισε δὲ ταῖς πόλεσι τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ καὶ περὶ τῶν ἄλλων ἔπραττεν.
38.15.5 οἷς δʼ ἂν ἐλλείπῃ τὸ τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν.
38.15.6 θεωρῶν δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγγελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατʼ ἰδίαν εἰσφέρειν τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς γυναῖκας.
38.15.7 ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἁθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν Κόρινθον.
38.15.8 ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας.
38.15.9 καὶ τοὺς μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δʼ ἐκπορευομένους ἠλέουν, καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ μέλλον·
38.15.10 τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπισυρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων.