Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.15.11 Polyb. 38.16.6 (English) >>Polyb. 38.16.12

38.16.3 Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον· οὓς οὐδὲν ἂν τῶν παρόντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. 38.16.4 Πατρεῖς δὲ καὶ τὸ μετὰ τούτων συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ τὴν Φωκίδα, καὶ τὸ συμβαῖνον ἦν πολλῷ τῶν κατὰ Πελοπόννησον ἐλεεινότερον. 38.16.5 οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δʼ ἔφευγον ἐκ τῶν πόλεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς πόλεσιν. 38.16.6 καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δʼ ἐμήνυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν· οἱ δὲ μεθʼ ἱκετηρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζητοῦντος λόγον ὑπὲρ τούτων. 38.16.7 πάντα δʼ ἦν πλήρη παρηλλαγμένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροιμίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περιπέτειαν τῆς Ἑλλάδος. 38.16.8 τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδούμενοι διὰ τῶν μονάρχων·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.15.11 Polyb. 38.16.6 (English) >>Polyb. 38.16.12

Powered by PhiloLogic