Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.16 Polyb. 38.17 (English) >>Polyb. 38.18

38.17.1

Ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν Κόρινθον, καθεσταμένου στρατηγοῦ διὰ τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν Ἀνδρωνίδαν παρὰ τοῦ Καικιλίου· 38.17.2 καθʼ ὧν προδιαδοὺς φήμην ὡς συμφρονούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀπαχθῆναι δεδεμένους. 38.17.3 ἧκε δὲ καὶ Φίλων Θετταλὸς πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων· 38.17.4 ὧν ἀκούοντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν καὶ Στρατίος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ Καικιλίου προτεινομένοις. 38.17.5 οἱ δὲ συνεδρεύσαντες τοῖς μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον· 38.17.6 οὐκ ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλʼ αὐτοὺς κατʼ ἰδίαν τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν. διὸ πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐνεστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον. 38.17.7 σαφῶς γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων. 38.17.8 τὸ δʼ ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας παθεῖν ,τι δέοι γενναίως οὐδʼ ἐν νῷ καθάπαξ ἐλάμβανον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόντων τῆς Ἑλλάδος. 38.17.9 ἀλλὰ γὰρ πῶς ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεοδέκτης, Ἀρχικράτης. 38.17.10 ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴρηται διὰ πλειόνων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.16 Polyb. 38.17 (English) >>Polyb. 38.18

Powered by PhiloLogic