Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.17.3 Polyb. 38.17.10 (English) >>Polyb. 38.18.7

38.17.8 τὸ δʼ ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας παθεῖν ,τι δέοι γενναίως οὐδʼ ἐν νῷ καθάπαξ ἐλάμβανον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόντων τῆς Ἑλλάδος. 38.17.9 ἀλλὰ γὰρ πῶς ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεοδέκτης, Ἀρχικράτης. 38.17.10 ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴρηται διὰ πλειόνων.

38.18.1

Ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάντων. 38.18.2 παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν κακῶν αἴτιος· 38.18.3 εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δήσαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσδοκωμένων. 38.18.4 τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον, παρὰ δʼ Ἀρχίππου τετταράκοντα μνᾶς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.17.3 Polyb. 38.17.10 (English) >>Polyb. 38.18.7

Powered by PhiloLogic