Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.18.7 Polyb. 38.19.1 (English) >>Polyb. 38.20.6

38.18.10 διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδʼ ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους. 38.18.11 τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ κατὰ λόγον. 38.18.12 ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς Εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν.

38.19.1

Ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων, εὗρε τὴν διὰ μέσου θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν, τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς σανίδας ἐμβαλεῖν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη γελοῖον εἶναι, κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας, εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις. —

38.20.1

Ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρχηδονίων στρατηγοῦ ἱκέτου παραγενομένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας Ὁρᾶτʼ ἔφη τὴν τύχην, ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλογίστους τῶν ἀνθρώπων. 38.20.2 οὗτός ἐστιν Ἀσδρούβας νεωστὶ πολλῶν αὐτῷ καὶ φιλανθρώπων προτεινομένων ὑφʼ ἡμῶν ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ, νῦν πάρεστι μετὰ στεμμάτων δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ πάσας τὰς ἐλπίδας ἔχων ἐν ἡμῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.18.7 Polyb. 38.19.1 (English) >>Polyb. 38.20.6

Powered by PhiloLogic