Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.2.1 Polyb. 38.2.9 (English) >>Polyb. 38.3.3

38.2.6 μετὰ δὲ ταῦτα πάλιν ὑπὸ Σπαρτιατῶν καταπολεμηθέντες εἰς τοῦτʼ ἀνάγκης ἦλθον ὥστε καθελεῖν τὰ τείχη τῆς αὑτῶν πατρίδος. 38.2.7 ἀλλὰ καὶ τοῦτο Λακεδαιμονίων, οὐκ Ἀθηναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα, διότι βαρύτερον ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς τύχης ἐξουσίᾳ. 38.2.8 Σπαρτιᾶται δʼ ἡττηθέντες ὑπὸ Θηβαίων πάλιν ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ μετὰ ταῦτα τῆς τῶν ἐκτὸς ἀρχῆς ἀποστάντες συνεκλείσθησαν εἰς τοὺς τῆς Λακωνικῆς ὅρους. 38.2.9 καὶ τί δὴ τοῦτʼ αἰσχρόν, εἰ περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον ἔπταισαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι δυναστείαν; 38.2.10 διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν εἶναι φατέον, ἀτυχήματα δʼ οὐδαμῶς ῥητέον. 38.2.11 Μαντινεῖς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα διοικισθέντες ὑπὸ Λακεδαιμονίων καὶ διασπασθέντες οἰκῆσαι κατὰ κώμας· 38.2.12 ἀλλὰ πάντες ἐπὶ τούτοις οὐ τὴν τῶν Μαντινέων ἀβουλίαν, ἀλλὰ τὴν Λακεδαιμονίων ὠνείδιζον. 38.2.13 Θηβαῖοι μετά τινα χρόνον ἄρδην ἐπεῖδον τὴν αὑτῶν πατρίδα γενομένην ἀνάστατον, ὅτε προθέμενος Ἀλέξανδρος εἰς τὴν Ἀσίαν διαβαίνειν ὑπέλαβε διὰ τῆς εἰς Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν τοὺς Ἕλληνας κατὰ τοὺς ἰδίους περισπασμούς· 38.2.14 ἀλλὰ τότε πάντες ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ πεπονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.2.1 Polyb. 38.2.9 (English) >>Polyb. 38.3.3

Powered by PhiloLogic