38.20.7
Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ τῶν ἰδίων ἐνδυμάτων.
38.20.8 καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δʼ ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν, τὰς μὲν ἀρχὰς τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπένεμε τὰς χάριτας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ τὰ τέκνα σῴζεται·
38.20.9 βραχὺ δʼ ἐπισχοῦσα τὸν Ἀσδρούβαν ἤρετο πῶς αὐτῇ μὲν φάσκων οὐδὲν κατʼ ἰδίαν παρὰ τοῦ στρατηγοῦ πορίζοιτο τὴν σωτηρίαν αὐτομολήσας, πῶς δʼ οὕτως ἀναισχύντως ἐγκαταλιπὼν τὰ πράγματα καὶ τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι πρὸς τοὺς πολεμίους,
38.20.10 πῶς δὲ παρὰ τούτοις τολμᾷ καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς πολλάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμβήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρπολουμένην· οὐ μὴν ἀλλʼ
38.20.11 γε το.εινε δ φυλα οι ουςαν συ πεποιηκας αισχρως δεγεπονειδιστως ηδε ρω και τα τεκνα πράξομεν κα ταυτα παλιν εις αυτην επω λενων το ς ν ον υ πο ου τει λασα τους αυ τοισα τε παντας συμπαθεις γενομενους τηι περπετεια και η ας της τυχης ν δοξαι διαμ