Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.21.1 Polyb. 38.22.2 (English) >>Polyb. 39.1.1

38.21.3 τὸ γὰρ ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς ἐπιτυχίαις τὴν τῆς τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου καὶ συλλήβδην ἀξίου μνήμης. —

38.22.1

δὲ Σκιπίων πόλιν ὁρῶν τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων· 38.22.2 ἐπὶ πολὺ δʼ ἔννους ἐφʼ ἑαυτοῦ γενόμενός τε καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτʼ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπʼ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη καὶ μάλιστα ἔναγχος ἐκλάμψασα Μακεδόνων, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους εἰπεῖν,

ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ

καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο. Πολυβίου δʼ αὐτὸν ἐρομένου σὺν παρρησίᾳ· 38.22.3 καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκαλος· τι βούλοιτο λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα ἐς τἀνθρώπεια ἀφορῶν ἐδεδίει. καὶ τάδε μὲν Πολύβιος αὐτὸς ἀκούσας συγγράφει.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.21.1 Polyb. 38.22.2 (English) >>Polyb. 39.1.1

Powered by PhiloLogic