Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.3.4 Polyb. 38.3.12 (English) >>Polyb. 38.4.7

38.3.9 μὴ μόνον κατὰ τὸ πλῆθος τῶν πρότερον, ἀλλὰ καὶ κατὰ ἐπίπαν οὐκ ἠκλήρησαν, ἀλλʼ ἠτύχησαν ἀτυχίαν αἰσχρὰν ὡς ἔνι μάλιστα καὶ ἐπονείδιστον· 38.3.10 ἅμα μὲν γὰρ ἀπιστίαν, ἅμα δʼ ἀνανδρίαν ἔδειξαν, καὶ πράξεις αὐτοῖς ἐπήνεγκαν διὰ τὴν ἀτ. 38.3.11 ἅμα. τοιγαροῦν στερηθέντες πάντων τῶν καλῶν οἱ μὲν ὑπὸ στέ , ἔνιοι δὲ καὶ δντες εἰς τὰς πόλεις τότε παρεδέξαντο ῥάβδους καὶ πελέκεις ἐθελο · 38.3.12 ἐν μεγάλῳ γὰρ φόβῳ διὰ τὴν ὑπερβολὴν τῶν ἰδίων ἁμαρτημάτων ἦσαν, εἰ χρὴ λέγειν ἰδίων·38.3.13 ἐγὼ γὰρ ἠγνοηκέναι μὲν φαίην ἂν τοὺς πολλοὺς καὶ παραπεπαικέναι τοῦ καθήκοντος, ἡμαρτηκέναι δὲ τοὺς αἰτίους γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας.

38.4.1

Ὑπὲρ ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαίνοντες τὸ τῆς ἱστορικῆς διηγήσεως ἦθος ἐπιδεικτικωτέραν καὶ φιλοτιμοτέραν φαινώμεθα ποιούμενοι περὶ αὐτῶν τὴν ἀπαγγελίαν. 38.4.2 καίτοι τινὲς ἴσως ἐπιτιμήσουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποιουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων περιστέλλειν τὰς τῶν Ἑλλήνων ἁμαρτίας. 38.4.3 ἐγὼ δʼ οὔτε φίλον οὐδέποτʼ ἂν ὑπολαμβάνω γνήσιον νομισθῆναι παρὰ τοῖς ὀρθῶς φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον τοὺς μετὰ παρρησίας λόγους, 38.4.4 καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπʼ ἐνίων προσκοπὴν παρʼ αὐτὸν τὸν καιρόν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.3.4 Polyb. 38.3.12 (English) >>Polyb. 38.4.7

Powered by PhiloLogic