Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.3.11 Polyb. 38.4.7 (English) >>Polyb. 38.5.4

38.4.4 καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπʼ ἐνίων προσκοπὴν παρʼ αὐτὸν τὸν καιρόν· 38.4.5 συγγραφέα δὲ κοινῶν πράξεων οὐδʼ ὅλως ἀποδεκτέον τὸν ἄλλο τι περὶ πλείονος ποιούμενον τῆς ἀληθείας. 38.4.6 ὅσῳ γὰρ εἰς πλείους διατείνει καὶ ἐπὶ πλείω χρόνον διὰ τῶν ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων, τοσούτῳ χρὴ μᾶλλον καὶ τὸν γράφοντα περὶ πλείστου ποιεῖσθαι τὴν ἀλήθειαν καὶ τοὺς ἀκούοντας ἀποδέχεσθαι τὴν τοιαύτην αἵρεσιν. 38.4.7 κατὰ μὲν γὰρ τοὺς τῶν περιστάσεων καιροὺς καθήκει βοηθεῖν τοὺς Ἕλληνας ὄντας τοῖς Ἕλλησι κατὰ πάντα τρόπον, τὰ μὲν ἀμύνοντας, τὰ δὲ περιστέλλοντας, τὰ δὲ παραιτουμένους τὴν τῶν κρατούντων ὀργήν· ὅπερ ἡμεῖς ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐποιήσαμεν ἀληθινῶς· 38.4.8 τὴν δʼ ὑπὲρ τῶν γεγονότων τοῖς ἐπιγινομένοις διὰ τῶν ὑπομνημάτων παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ παρὸν τοὺς ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι πρὸς τὸ μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι. 38.4.9 καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.

38.5.1

Οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλήψονται τῆς πραγματείας, φάσκοντες ἀτελῆ καὶ διερριμμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγησιν τῶν πραγμάτων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.3.11 Polyb. 38.4.7 (English) >>Polyb. 38.5.4

Powered by PhiloLogic