Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.5.6 Polyb. 38.6.4 (English) >>Polyb. 38.7.3

38.6.2 λέγω δʼ οἷον ἐπειδὰν τὰ κατὰ τὴν Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ Φεραίου πράξεις μεταξὺ τὰς κατὰ Πελοπόννησον Λακεδαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς παρὰ Θηβαίων, ἔτι δὲ τὰς κατὰ Μακεδονίαν τὴν Ἰλλυρίδα, κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴγυπτον στρατείαν καὶ τὰ Κλεάρχῳ πραχθέντα παρανομήματα κατὰ τὸν Πόντον. 38.6.3 ἐξ ὧν κεχρημένους μὲν ἅπαντας εὕροι τις ἂν τῷ τοιούτῳ χειρισμῷ, κεχρημένους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. 38.6.4 ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερσοβλέπτης τῶν Θρᾳκῶν κατεκτήσαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχές, οὐδʼ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις. 38.6.5 ἡμεῖς δὲ πάντας διῃρημένοι τοὺς ἐπιφανεστάτους τόπους τῆς οἰκουμένης καὶ τὰς ἐν τούτοις πράξεις καὶ μίαν καὶ τὴν αὐτὴν ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν τῆς διαλήψεως, ἔτι δὲ καθʼ ἕκαστον ἔτος ὡρισμένως ἐξηγούμενοι τὰς καταλλήλους πράξεις ἐνεστηκυίας, 38.6.6 ἀπολείπομεν πρόδηλον τοῖς φιλομαθοῦσι τὴν ἐπαναγωγὴν ἐπὶ τὸν συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πράξεων, ὥστε μηδὲν ἀτελὲς μηδʼ ἐλλιπὲς γίνεσθαι τοῖς φιληκόοις τῶν προειρημένων. 38.6.7 καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.5.6 Polyb. 38.6.4 (English) >>Polyb. 38.7.3

Powered by PhiloLogic