Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.7.4 Polyb. 38.7.12 (English) >>Polyb. 38.8.7

38.7.9 δʼ Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη· καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν· οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων ὅτι σώζονται· καὶ μὴν οὐκ ἀπελπίζειν τὰ καθʼ αὑτούς· μάλιστα δὲ πεποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσιν· 38.7.10 οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν. 38.7.11 διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγήσονται πρότερον παραχωρήσουσι ταύτης. 38.7.12 τότε μὲν οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι·

38.8.1

τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρατηγῷ περὶ τῶν εἰρημένων, γελάσας Πόπλιος Ταῦτα μέλλων ἀξιοῦν ἔφη τοιαύτην καὶ τηλικαύτην ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐναπεδείξω καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβηκὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους; 38.8.2 τοῦ δὲ βασιλέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶ μάλιστα διότι δεῖ συντέλειαν ἐπιτίθεσθαι τοῖς πράγμασι· 38.8.3 χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχάζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πόνων·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.7.4 Polyb. 38.7.12 (English) >>Polyb. 38.8.7

Powered by PhiloLogic