38.7.5 τοῦ δʼ εἰπόντος ὅτι Ῥωμαίους, Οὐκ ἂν ἄρʼ ἔφησεν ὁ Γολόσσης ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς; φησίν. ὁ δʼ Ἀσδρούβας
38.7.6 Ἐγώ φησὶ πρεσβευτήν σε παρακαλῶ γενέσθαι πρὸς τὸν στρατηγὸν καὶ πᾶν ἀναδέχεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπόσχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης.
38.7.7 καὶ ὁ Γολόσσης Παιδικὴν δοκεῖς μοι φησὶν ἀξίωσιν ἀξιοῦν, ὦ βέλτιστε·
38.7.8 ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβεύοντες, ἔτι καθημένων ἐν Ἰτύκῃ Ῥωμαίων, οὐκ ἐδύνασθε πείθειν, τίνι λόγῳ νῦν ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι, περιτετειχισμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ σχεδὸν ἁπάσας ἀπεγνωκὼς τὰς τῆς σωτηρίας ἐλπίδας;
38.7.9 ὁ δʼ Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη· καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν· οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων ὅτι σώζονται· καὶ μὴν οὐκ ἀπελπίζειν τὰ καθʼ αὑτούς· μάλιστα δὲ πεποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσιν·
38.7.10 οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν.
38.7.11 διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγήσονται πρότερον ἢ παραχωρήσουσι ταύτης.