Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.8.7 Polyb. 38.8.12 (English) >>Polyb. 38.9.6

38.8.10 ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δʼ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν· 38.8.11 ὃς πρῶτον μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλοσχερῶς ὑπὸ τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευτέρας τραπέζας παρετίθετο πολυτελεῖς καὶ διὰ τῆς ἰδίας εὐεξίας παρεδειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν· ἄπιστον μὲν γὰρ ἦν τὸ τῶν ἀποθνησκόντων πλῆθος, 38.8.12 ἄπιστον δὲ τὸ τῶν αὐτομολούντων καθʼ ἡμέραν διὰ τὸν λιμόν· 38.8.13 ἔπειτα τοὺς μὲν διαχλευάζων, οἷς δʼ ἐνυβρίζων καὶ φονεύων κατεπλήττετο τοὺς πολλοὺς καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, μόλις ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, καὶ ἐν δεδυστυχηκυίᾳ πατρίδι. 38.8.14 διὸ καὶ λίαν δοκῶ καλῶς ἡμῖν εἰρῆσθαι διότι προστάτας πραγμάτων ὁμοιοτέρους τῶν παρὰ τοῖς Ἕλλησι τότε καὶ παρὰ τοῖς Καρχηδονίοις ὑπαρξάντων οὐκ ἂν εὕροι τις ῥᾳδίως. 38.8.15 τοῦτο δʼ ἔσται δῆλον, ὅταν ἐκ παραθέσεως τὸν ὑπὲρ ἐκείνων ποιησώμεθα λόγον.

III. Bellum Achaicum 38.9.1

Ὅτι παραγενομένων ἐκ Πελοποννήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευτῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ αὐτούς, 38.9.2 ὅτι παρʼ ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λεγόντων μετʼ αὐξήσεως καὶ καινολογίας· οὐ γὰρ ὡς κατὰ περιπέτειαν ἐπʼ αὐτοὺς ἥκοντος τοῦ δεινοῦ διεσάφουν, ἀλλʼ ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν ἐπὶ τὸ παραδειγματίζειν αὐτούς·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.8.7 Polyb. 38.8.12 (English) >>Polyb. 38.9.6

Powered by PhiloLogic