Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.8.3 Polyb. 38.8.9 (English) >>Polyb. 38.9.2

38.8.7 ἦν μὲν οὖν καὶ φύσει σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν πανηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προστατεῖν, ὧν οὐδʼ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς. 38.8.8 οὐ μὴν ἀλλʼ ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσάμενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν ἐν συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα καὶ τὴν πατρίδα πυρπολουμένην· 38.8.9 καλὸν γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ. 38.8.10 ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δʼ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν· 38.8.11 ὃς πρῶτον μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλοσχερῶς ὑπὸ τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευτέρας τραπέζας παρετίθετο πολυτελεῖς καὶ διὰ τῆς ἰδίας εὐεξίας παρεδειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν· ἄπιστον μὲν γὰρ ἦν τὸ τῶν ἀποθνησκόντων πλῆθος, 38.8.12 ἄπιστον δὲ τὸ τῶν αὐτομολούντων καθʼ ἡμέραν διὰ τὸν λιμόν· 38.8.13 ἔπειτα τοὺς μὲν διαχλευάζων, οἷς δʼ ἐνυβρίζων καὶ φονεύων κατεπλήττετο τοὺς πολλοὺς καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, μόλις ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, καὶ ἐν δεδυστυχηκυίᾳ πατρίδι.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 38.8.3 Polyb. 38.8.9 (English) >>Polyb. 38.9.2

Powered by PhiloLogic