Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 39.2.1 Polyb. 39.3.5 (English) >>Polyb. 39.4.1

39.3.3

Οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ ἔτι ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος, οὔθʼ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι. — 39.3.4

ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός. 39.3.5 ταῦτα δʼ ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δʼ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ. 39.3.6 πεῖραν δὲ τῆς προαιρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς· 39.3.7 πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, 39.3.8 μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλήνων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φιλίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 39.2.1 Polyb. 39.3.5 (English) >>Polyb. 39.4.1

Powered by PhiloLogic