Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 39.3.7 Polyb. 39.4.2 (English) >>Polyb. 39.5.5

39.3.10 λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος. 39.3.11 ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα. —

39.4.1

Ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιήσαντο ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ δέκα τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ,τι ποτʼ ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρχόντων Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, τἄλλα πωλεῖν τοῖς ὠνουμένοις. 39.4.2 δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπιθυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων. 39.4.3 συνέβαινε γὰρ τοῦτον ἐπιπορευόμενον τὰς πόλεις πάντων τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν καὶ κατακριθέντων, ὅσοι μὴ παῖδας γονέας εἶχον. 39.4.4 ὧν τινὲς μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς πολίταις.

39.5.1

Ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα καὶ τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν. 39.5.2 ἐνετείλαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπορευθῆναι καὶ περὶ ὧν οἱ ἄνθρωποι ἀμφιβάλλουσι διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ τοῖς νόμοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 39.3.7 Polyb. 39.4.2 (English) >>Polyb. 39.5.5

Powered by PhiloLogic