Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 39.6.4 Polyb. 39.8.1 (English) >>Polyb. 39.8.5

39.7.6 μετὰ δὲ ταῦτα πάλιν ἐπιβουλεύσαντος τῇ Κύπρῳ, κύριος γενόμενος ἐν Λαπήθῳ τοῦ σώματος ἅμα καὶ τῆς ψυχῆς αὐτοῦ, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν ὡς ἐχθρὸν ὥστε καὶ δωρεὰς προσέθηκε παρὰ τὰς πρότερον ὑπαρχούσας αὐτῷ κατὰ συνθήκας καὶ τὴν θυγατέρα δώσειν ὑπέσχετο. 39.7.7 κατὰ μέντοι γε τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύετο τῇ ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥᾳθυμία περὶ αὐτὸν Αἰγυπτιακὴ συνέβαινεν· καὶ κατὰ τὰς τοιαύτας διαθέσεις εἰς περιπετείας ἐνέπιπτεν.

B. Olymp. 158, 4. Ex Epilogo 39.8.1

Ὅτι Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς· ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι, χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας. 39.8.2 διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει καθʼ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν ἐν τῷ βίῳ.

Καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν· 39.8.3 ἡμεῖς δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 39.6.4 Polyb. 39.8.1 (English) >>Polyb. 39.8.5

Powered by PhiloLogic