39.8.5 ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποίηται τὴν ἱστορίαν, ὅτʼ ἀνήλθομεν ἐπὶ τοὺς χρόνους, ἐν οἷς Ἀννίβας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν, Κλεομένης δʼ ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βασιλείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατʼ Αἴγυπτον ὁ κληθεὶς Φιλοπάτωρ,
39.8.6 ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τούτων τῶν καιρῶν ἀρξάμενοι καθʼ οὓς ἦν ὀλυμπιὰς ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατʼ ὀλυμπιάδας καὶ διαιροῦντες κατʼ ἔτος καὶ συγκρίνοντες ἐκ παραβολῆς τὰς καταλλήλους ἕως τῆς Καρχηδόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας.
39.8.7 ἐξ ὧν τὸ κάλλιστον ἔφαμεν, ἅμα δʼ ὠφελιμώτατον περιγενέσθαι τοῖς φιλομαθοῦσι· τοῦτο δʼ ἦν τὸ γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.