Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.118.8 Polyb. 4.1.2 (English) >>Polyb. 4.2.1

4.1.1

Ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ τὰς αἰτίας ἐδηλώσαμεν τοῦ δευτέρου συστάντος Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου καὶ τὰ περὶ τῆς εἰσβολῆς τῆς εἰς Ἰταλίαν Ἀννίβου διήλθομεν, 4.1.2 πρὸς δὲ τούτοις ἐξηγησάμεθα τοὺς γενομένους αὐτοῖς ἀγῶνας πρὸς ἀλλήλους μέχρι τῆς μάχης τῆς περὶ τὸν Αὔφιδον ποταμὸν καὶ πόλιν Κάνναν γενομένης. 4.1.3 νῦν δὲ τὰς Ἑλληνικὰς διέξιμεν πράξεις τὰς κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιτελεσθείσας τοῖς προειρημένοις καὶ ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος, 4.1.4 πρότερον ἀναμνήσαντες διὰ βραχέων τοὺς ἐντυγχάνοντας τῇ πραγματείᾳ τῆς κατασκευῆς, ἣν ἐν τῇ δευτέρᾳ βύβλῳ περὶ τῶν Ἑλληνικῶν ἐποιησάμεθα, καὶ μάλιστα περὶ τοῦ τῶν Ἀχαιῶν ἔθνους, διὰ τὸ καὶ τοῦτο τὸ πολίτευμα παράδοξον ἐπίδοσιν λαβεῖν εἴς τε τοὺς πρὸ ἡμῶν καὶ καθʼ ἡμᾶς καιρούς. 4.1.5 ἀρξάμενοι γὰρ ἀπὸ Τισαμενοῦ τῶν Ὀρέστου παίδων ἑνός, καὶ φήσαντες αὐτοὺς ἀπὸ μὲν τούτου βασιλευθῆναι κατὰ γένος ἕως εἰς Ὤγυγον, μετὰ δὲ ταῦτα καλλίστῃ προαιρέσει χρησαμένους δημοκρατικῆς πολιτείας τὸ μὲν πρῶτον ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων διασπασθῆναι κατὰ πόλεις καὶ κώμας, 4.1.6 ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς αὖθις ἤρξαντο συμφρονεῖν καὶ πότε καὶ τίνες αὐτοῖς πρῶτοι συνέστησαν. 4.1.7 τούτοις δʼ ἑπομένως ἐδηλώσαμεν τίνι τρόπῳ καὶ ποίᾳ προαιρέσει προσαγόμενοι τὰς πόλεις ἐπεβάλοντο Πελοποννησίους πάντας ὑπὸ τὴν αὐτὴν ἄγειν ὀνομασίαν καὶ πολιτείαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.118.8 Polyb. 4.1.2 (English) >>Polyb. 4.2.1

Powered by PhiloLogic