4.1.4 πρότερον ἀναμνήσαντες διὰ βραχέων τοὺς ἐντυγχάνοντας τῇ πραγματείᾳ τῆς κατασκευῆς, ἣν ἐν τῇ δευτέρᾳ βύβλῳ περὶ τῶν Ἑλληνικῶν ἐποιησάμεθα, καὶ μάλιστα περὶ τοῦ τῶν Ἀχαιῶν ἔθνους, διὰ τὸ καὶ τοῦτο τὸ πολίτευμα παράδοξον ἐπίδοσιν λαβεῖν εἴς τε τοὺς πρὸ ἡμῶν καὶ καθʼ ἡμᾶς καιρούς.
4.1.5 ἀρξάμενοι γὰρ ἀπὸ Τισαμενοῦ τῶν Ὀρέστου παίδων ἑνός, καὶ φήσαντες αὐτοὺς ἀπὸ μὲν τούτου βασιλευθῆναι κατὰ γένος ἕως εἰς Ὤγυγον, μετὰ δὲ ταῦτα καλλίστῃ προαιρέσει χρησαμένους δημοκρατικῆς πολιτείας τὸ μὲν πρῶτον ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων διασπασθῆναι κατὰ πόλεις καὶ κώμας,
4.1.6 ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς αὖθις ἤρξαντο συμφρονεῖν καὶ πότε καὶ τίνες αὐτοῖς πρῶτοι συνέστησαν.
4.1.7 τούτοις δʼ ἑπομένως ἐδηλώσαμεν τίνι τρόπῳ καὶ ποίᾳ προαιρέσει προσαγόμενοι τὰς πόλεις ἐπεβάλοντο Πελοποννησίους πάντας ὑπὸ τὴν αὐτὴν ἄγειν ὀνομασίαν καὶ πολιτείαν.
4.1.8 καθολικῶς δὲ περὶ τῆς προειρημένης ἐπιβολῆς ἀποφηνάμενοι, μετὰ ταῦτα τῶν κατὰ μέρος ἔργων κατὰ τὸ συνεχὲς ἐπιψαύοντες εἰς τὴν Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως ἔκπτωσιν κατηντήσαμεν.
4.1.9 συγκεφαλαιωσάμενοι δὲ τὰς ἐκ τῆς προκατασκευῆς πράξεις ἕως τῆς Ἀντιγόνου καὶ Σελεύκου καὶ Πτολεμαίου τελευτῆς, ἐπειδὴ περὶ τοὺς αὐτοὺς καιροὺς πάντες οὗτοι μετήλλαξαν, λοιπὸν ἐπηγγειλάμεθα τῆς αὑτῶν πραγματείας ἀρχὴν ποιήσασθαι τὰς ἑξῆς τοῖς προειρημένοις πράξεις,