Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.1.1 Polyb. 4.1.9 (English) >>Polyb. 4.2.6

4.1.6 ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς αὖθις ἤρξαντο συμφρονεῖν καὶ πότε καὶ τίνες αὐτοῖς πρῶτοι συνέστησαν. 4.1.7 τούτοις δʼ ἑπομένως ἐδηλώσαμεν τίνι τρόπῳ καὶ ποίᾳ προαιρέσει προσαγόμενοι τὰς πόλεις ἐπεβάλοντο Πελοποννησίους πάντας ὑπὸ τὴν αὐτὴν ἄγειν ὀνομασίαν καὶ πολιτείαν. 4.1.8 καθολικῶς δὲ περὶ τῆς προειρημένης ἐπιβολῆς ἀποφηνάμενοι, μετὰ ταῦτα τῶν κατὰ μέρος ἔργων κατὰ τὸ συνεχὲς ἐπιψαύοντες εἰς τὴν Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως ἔκπτωσιν κατηντήσαμεν. 4.1.9 συγκεφαλαιωσάμενοι δὲ τὰς ἐκ τῆς προκατασκευῆς πράξεις ἕως τῆς Ἀντιγόνου καὶ Σελεύκου καὶ Πτολεμαίου τελευτῆς, ἐπειδὴ περὶ τοὺς αὐτοὺς καιροὺς πάντες οὗτοι μετήλλαξαν, λοιπὸν ἐπηγγειλάμεθα τῆς αὑτῶν πραγματείας ἀρχὴν ποιήσασθαι τὰς ἑξῆς τοῖς προειρημένοις πράξεις,

4.2.1

καλλίστην ὑπόστασιν ὑπολαμβάνοντες εἶναι ταύτην διὰ τὸ πρῶτον μὲν τὴν Ἀράτου σύνταξιν ἐπὶ τούτους καταστρέφειν τοὺς καιρούς, οἷς συνάπτοντες τὴν διήγησιν τὸν ἀκόλουθον ὑπὲρ τῶν Ἑλλήνων ἀποδιδόναι προῃρήμεθα λόγον, 4.2.2 δεύτερον δὲ διὰ τὸ καὶ τοὺς χρόνους οὕτως συντρέχειν τοὺς ἑξῆς καὶ τοὺς πίπτοντας ὑπὸ τὴν ἡμετέραν ἱστορίαν ὥστε τοὺς μὲν καθʼ ἡμᾶς εἶναι, τοὺς δὲ κατὰ τοὺς πατέρας ἡμῶν· ἐξ οὗ συμβαίνει τοῖς μὲν αὐτοὺς ἡμᾶς παραγεγονέναι, τὰ δὲ παρὰ τῶν ἑωρακότων ἀκηκοέναι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.1.1 Polyb. 4.1.9 (English) >>Polyb. 4.2.6

Powered by PhiloLogic