Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.9.6 Polyb. 4.10.2 (English) >>Polyb. 4.10.10

4.9.10 αὐτοὶ δὲ μετὰ δύʼ ἡμέρας ἀνέζευξαν γέμοντες τῆς λείας, καὶ προῆγον ὡς ἐπὶ τὴν Ἠλείαν. ἀεὶ γάρ ποτε τῆς τῶν Ἠλείων ἀντείχοντο φιλίας Αἰτωλοὶ χάριν τοῦ διὰ τούτων ἐπιπλοκὰς λαμβάνειν πρὸς τὰς ἁρπαγὰς τὰς ἐκ Πελοποννήσου καὶ λῃστείας.

4.10.1

δʼ Ἄρατος ἐπιμείνας δύʼ ἡμέρας, καὶ πιστεύσας εὐήθως ὅτι ποιήσονται τὴν ἐπάνοδον, καθάπερ ὑπεδείκνυσαν, τοὺς μὲν λοιποὺς Ἀχαιοὺς καὶ τοὺς Λακεδαιμονίους διαφῆκε πάντας εἰς τὴν οἰκείαν, 4.10.2 τρισχιλίους δʼ ἔχων πεζοὺς καὶ τριακοσίους ἱππεῖς καὶ τοὺς ἅμα τῷ Ταυρίωνι στρατιώτας, προῆγε τὴν ἐπὶ Πάτρας, ἀντιπαράγειν τοῖς Αἰτωλοῖς προαιρούμενος. 4.10.3 οἱ δὲ περὶ τὸν Δωρίμαχον, πυνθανόμενοι τοὺς περὶ τὸν Ἄρατον ἀντιπαράγειν αὐτοῖς καὶ συμμένειν, τὰ μὲν διαγωνιάσαντες μὴ κατὰ τὴν εἰς τὰς ναῦς ἔμβασιν ἐπίθωνται σφίσι περισπωμένοις, τὰ δὲ σπουδάζοντες συγχέαι τὸν πόλεμον, 4.10.4 τὴν μὲν λείαν ἀπέστειλαν ἐπὶ τὰ πλοῖα, συστήσαντες τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν διακομιδήν, προσεντειλάμενοι τοῖς ἐκπεμπομένοις ταῦτα πρὸς τὸ Ῥίον ἀπαντᾶν, ὡς ἐντεῦθεν ποιησόμενοι τὴν ἔμβασιν, 4.10.5 αὐτοὶ δὲ τὸ μὲν πρῶτον ἐφήδρευον τῇ τῆς λείας ἐξαποστολῇ περιέποντες, μετὰ δὲ ταῦτα προῆγον ἐκ μεταβολῆς ὡς ἐπʼ Ὀλυμπίας. 4.10.6 ἀκούοντες δὲ τοὺς περὶ τὸν Ταυρίωνα μετὰ τοῦ προειρημένου πλήθους περὶ τὴν Κλειτορίαν εἶναι, καὶ νομίζοντες οὐδʼ ὣς δυνήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν ἄνευ κινδύνου ποιήσασθαι καὶ συμπλοκῆς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.9.6 Polyb. 4.10.2 (English) >>Polyb. 4.10.10

Powered by PhiloLogic