Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.10.1 Polyb. 4.10.7 (English) >>Polyb. 4.11.4

4.10.4 τὴν μὲν λείαν ἀπέστειλαν ἐπὶ τὰ πλοῖα, συστήσαντες τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν διακομιδήν, προσεντειλάμενοι τοῖς ἐκπεμπομένοις ταῦτα πρὸς τὸ Ῥίον ἀπαντᾶν, ὡς ἐντεῦθεν ποιησόμενοι τὴν ἔμβασιν, 4.10.5 αὐτοὶ δὲ τὸ μὲν πρῶτον ἐφήδρευον τῇ τῆς λείας ἐξαποστολῇ περιέποντες, μετὰ δὲ ταῦτα προῆγον ἐκ μεταβολῆς ὡς ἐπʼ Ὀλυμπίας. 4.10.6 ἀκούοντες δὲ τοὺς περὶ τὸν Ταυρίωνα μετὰ τοῦ προειρημένου πλήθους περὶ τὴν Κλειτορίαν εἶναι, καὶ νομίζοντες οὐδʼ ὣς δυνήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν ἄνευ κινδύνου ποιήσασθαι καὶ συμπλοκῆς, 4.10.7 ἔκριναν συμφέρειν τοῖς σφετέροις πράγμασιν ὡς τάχιστα συμμῖξαι τοῖς περὶ τὸν Ἄρατον, ἀκμὴν ὀλίγοις οὖσι καὶ τοῦ μέλλοντος ἀνυπονοήτοις, 4.10.8 ὑπολαβόντες, ἂν μὲν τρέψωνται τούτους, προκατασύραντες τὴν χώραν ἀσφαλῆ ποιήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν, ἐν μέλλει καὶ βουλεύεται συναθροίζεσθαι πάλιν τὸ τῶν Ἀχαιῶν πλῆθος, 4.10.9 ἂν δὲ καταπλαγέντες φυγομαχῶσι καὶ μὴ βούλωνται συμβάλλειν οἱ περὶ τὸν Ἄρατον, ἄνευ κινδύνου ποιήσεσθαι τὴν ἀπόλυσιν, ὁπόταν αὐτοῖς δοκῇ συμφέρειν. 4.10.10 οὗτοι μὲν οὖν τοιούτοις χρησάμενοι λογισμοῖς προῆγον, καὶ κατεστρατοπέδευσαν περὶ

4.11.1

Μεθύδριον τῆς Μεγαλοπολίτιδος· οἱ δὲ τῶν Ἀχαιῶν ἡγεμόνες, συνέντες τὴν παρουσίαν τῶν Αἰτωλῶν, οὕτως κακῶς ἐχρήσαντο τοῖς πράγμασιν ὥσθʼ ὑπερβολὴν ἀνοίας μὴ καταλιπεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.10.1 Polyb. 4.10.7 (English) >>Polyb. 4.11.4

Powered by PhiloLogic