Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.10.4 Polyb. 4.11.1 (English) >>Polyb. 4.11.8

4.10.8 ὑπολαβόντες, ἂν μὲν τρέψωνται τούτους, προκατασύραντες τὴν χώραν ἀσφαλῆ ποιήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν, ἐν μέλλει καὶ βουλεύεται συναθροίζεσθαι πάλιν τὸ τῶν Ἀχαιῶν πλῆθος, 4.10.9 ἂν δὲ καταπλαγέντες φυγομαχῶσι καὶ μὴ βούλωνται συμβάλλειν οἱ περὶ τὸν Ἄρατον, ἄνευ κινδύνου ποιήσεσθαι τὴν ἀπόλυσιν, ὁπόταν αὐτοῖς δοκῇ συμφέρειν. 4.10.10 οὗτοι μὲν οὖν τοιούτοις χρησάμενοι λογισμοῖς προῆγον, καὶ κατεστρατοπέδευσαν περὶ

4.11.1

Μεθύδριον τῆς Μεγαλοπολίτιδος· οἱ δὲ τῶν Ἀχαιῶν ἡγεμόνες, συνέντες τὴν παρουσίαν τῶν Αἰτωλῶν, οὕτως κακῶς ἐχρήσαντο τοῖς πράγμασιν ὥσθʼ ὑπερβολὴν ἀνοίας μὴ καταλιπεῖν. 4.11.2 ἀναστρέψαντες γὰρ ἐκ τῆς Κλειτορίας κατεστρατοπέδευσαν περὶ Καφύας. 4.11.3 τῶν δʼ Αἰτωλῶν ποιουμένων τὴν πορείαν ἀπὸ Μεθυδρίου παρὰ τὴν τῶν Ὀρχομενίων πόλιν, ἐξάγοντες τοὺς Ἀχαιοὺς ἐν τῷ τῶν Καφυέων πεδίῳ παρενέβαλον, πρόβλημα ποιούμενοι τὸν διʼ αὐτοῦ ῥέοντα ποταμόν. 4.11.4 οἱ δʼ Αἰτωλοὶ καὶ διὰ τὰς μεταξὺ δυσχωρίαςἦσαν γὰρ ἔτι πρὸ τοῦ ποταμοῦ τάφροι καὶ πλείους δύσβατοικαὶ διὰ τὴν ἐπίφασιν τῆς ἑτοιμότητος τῶν Ἀχαιῶν πρὸς τὸν κίνδυνον τοῦ μὲν ἐγχειρεῖν τοῖς ὑπεναντίοις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀπεδειλίασαν, 4.11.5 μετὰ δὲ πολλῆς εὐταξίας ἐποιοῦντο τὴν πορείαν ὡς ἐπὶ τὰς ὑπερβολὰς ἐπὶ τὸν Ὀλύγυρτον, ἀσμενίζοντες, εἰ μή τις αὐτοῖς ἐγχειροίη καὶ βιάζοιτο κινδυνεύειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.10.4 Polyb. 4.11.1 (English) >>Polyb. 4.11.8

Powered by PhiloLogic