Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.10.9 Polyb. 4.11.7 (English) >>Polyb. 4.12.5

4.11.5 μετὰ δὲ πολλῆς εὐταξίας ἐποιοῦντο τὴν πορείαν ὡς ἐπὶ τὰς ὑπερβολὰς ἐπὶ τὸν Ὀλύγυρτον, ἀσμενίζοντες, εἰ μή τις αὐτοῖς ἐγχειροίη καὶ βιάζοιτο κινδυνεύειν. 4.11.6 οἱ δὲ περὶ τὸν Ἄρατον, τῆς μὲν πρωτοπορείας τῶν Αἰτωλῶν ἤδη προσβαινούσης πρὸς τὰς ὑπερβολάς, τῶν δʼ ἱππέων οὐραγούντων διὰ τοῦ πεδίου καὶ συνεγγιζόντων τῷ προσαγορευομένῳ Πρόποδι τῆς παρωρείας, ἐξαποστέλλουσι τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, Ἐπίστρατον ἐπιστήσαντες τὸν Ἀκαρνᾶνα, καὶ συντάξαντες ἐξάπτεσθαι τῆς οὐραγίας καὶ καταπειράζειν τῶν πολεμίων. 4.11.7 καίτοι γʼ εἰ μὲν ἦν κινδυνευτέον, οὐ πρὸς τὴν οὐραγίαν ἐχρῆν συμπλέκεσθαι, διηνυκότων ἤδη τῶν πολεμίων τοὺς ὁμαλοὺς τόπους, πρὸς δὲ τὴν πρωτοπορείαν, εὐθέως ἐμβαλόντων εἰς τὸ πεδίον. 4.11.8 οὕτως γὰρ ἂν τὸν ἀγῶνα συνέβη γενέσθαι τὸν ὅλον ἐν τοῖς ἐπιπέδοις καὶ πεδινοῖς τόποις, οὗ τοὺς μὲν Αἰτωλοὺς δυσχρηστοτάτους εἶναι συνέβαινε διά τε τὸν καθοπλισμὸν καὶ τὴν ὅλην σύνταξιν, τοὺς δʼ Ἀχαιοὺς εὐχρηστοτάτους καὶ δυναμικωτάτους διὰ τἀναντία τῶν προειρημένων. 4.11.9 νῦν δʼ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν. τοιγαροῦν ἀκόλουθον

4.12.1

τὸ τέλος ἐξέβη τοῦ κινδύνου ταῖς ἐπιβολαῖς. ἐξαπτομένων γὰρ τῶν εὐζώνων τηροῦντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς τὴν τάξιν ἀπεχώρουν εἰς τὴν παρώρειαν, σπεύδοντες συνάψαι τοῖς παρʼ αὑτῶν πεζοῖς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.10.9 Polyb. 4.11.7 (English) >>Polyb. 4.12.5

Powered by PhiloLogic