Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.11.2 Polyb. 4.11.9 (English) >>Polyb. 4.12.7

4.11.7 καίτοι γʼ εἰ μὲν ἦν κινδυνευτέον, οὐ πρὸς τὴν οὐραγίαν ἐχρῆν συμπλέκεσθαι, διηνυκότων ἤδη τῶν πολεμίων τοὺς ὁμαλοὺς τόπους, πρὸς δὲ τὴν πρωτοπορείαν, εὐθέως ἐμβαλόντων εἰς τὸ πεδίον. 4.11.8 οὕτως γὰρ ἂν τὸν ἀγῶνα συνέβη γενέσθαι τὸν ὅλον ἐν τοῖς ἐπιπέδοις καὶ πεδινοῖς τόποις, οὗ τοὺς μὲν Αἰτωλοὺς δυσχρηστοτάτους εἶναι συνέβαινε διά τε τὸν καθοπλισμὸν καὶ τὴν ὅλην σύνταξιν, τοὺς δʼ Ἀχαιοὺς εὐχρηστοτάτους καὶ δυναμικωτάτους διὰ τἀναντία τῶν προειρημένων. 4.11.9 νῦν δʼ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν. τοιγαροῦν ἀκόλουθον

4.12.1

τὸ τέλος ἐξέβη τοῦ κινδύνου ταῖς ἐπιβολαῖς. ἐξαπτομένων γὰρ τῶν εὐζώνων τηροῦντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς τὴν τάξιν ἀπεχώρουν εἰς τὴν παρώρειαν, σπεύδοντες συνάψαι τοῖς παρʼ αὑτῶν πεζοῖς. 4.12.2 οἱ δὲ περὶ τὸν Ἄρατον, οὔτε κατιδόντες καλῶς τὸ γινόμενον οὔτʼ ἐκλογισάμενοι δεόντως τὸ μετὰ ταῦτα συμβησόμενον, ἅμα τῷ τοὺς ἱππεῖς ἰδεῖν ὑποχωροῦντας ἐλπίσαντες αὐτοὺς φεύγειν, 4.12.3 τοὺς μὲν ἀπὸ τῶν κεράτων θωρακίτας ἐξαπέστειλαν, παραγγείλαντες βοηθεῖν καὶ συνάπτειν τοῖς παρʼ αὑτῶν εὐζώνοις, αὐτοὶ δʼ ἐπὶ κέρας κλίναντες τὴν δύναμιν ἦγον μετὰ δρόμου καὶ σπουδῆς. 4.12.4 οἱ δὲ τῶν Αἰτωλῶν ἱππεῖς, διανύσαντες τὸ πεδίον, ἅμα τῷ συνάψαι τοῖς πεζοῖς αὐτοὶ μὲν ὑπὸ τὴν παρώρειαν ὑποστείλαντες ἔμενον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.11.2 Polyb. 4.11.9 (English) >>Polyb. 4.12.7

Powered by PhiloLogic