Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.11.5 Polyb. 4.12.3 (English) >>Polyb. 4.12.10

4.11.9 νῦν δʼ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν. τοιγαροῦν ἀκόλουθον

4.12.1

τὸ τέλος ἐξέβη τοῦ κινδύνου ταῖς ἐπιβολαῖς. ἐξαπτομένων γὰρ τῶν εὐζώνων τηροῦντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς τὴν τάξιν ἀπεχώρουν εἰς τὴν παρώρειαν, σπεύδοντες συνάψαι τοῖς παρʼ αὑτῶν πεζοῖς. 4.12.2 οἱ δὲ περὶ τὸν Ἄρατον, οὔτε κατιδόντες καλῶς τὸ γινόμενον οὔτʼ ἐκλογισάμενοι δεόντως τὸ μετὰ ταῦτα συμβησόμενον, ἅμα τῷ τοὺς ἱππεῖς ἰδεῖν ὑποχωροῦντας ἐλπίσαντες αὐτοὺς φεύγειν, 4.12.3 τοὺς μὲν ἀπὸ τῶν κεράτων θωρακίτας ἐξαπέστειλαν, παραγγείλαντες βοηθεῖν καὶ συνάπτειν τοῖς παρʼ αὑτῶν εὐζώνοις, αὐτοὶ δʼ ἐπὶ κέρας κλίναντες τὴν δύναμιν ἦγον μετὰ δρόμου καὶ σπουδῆς. 4.12.4 οἱ δὲ τῶν Αἰτωλῶν ἱππεῖς, διανύσαντες τὸ πεδίον, ἅμα τῷ συνάψαι τοῖς πεζοῖς αὐτοὶ μὲν ὑπὸ τὴν παρώρειαν ὑποστείλαντες ἔμενον, 4.12.5 τοὺς δὲ πεζοὺς ἥθροιζον πρὸς τὰ πλάγια καὶ παρεκάλουν, ἑτοίμως πρὸς τὴν κραυγὴν ἀνατρεχόντων καὶ παραβοηθούντων ἀεὶ τῶν ἐκ τῆς πορείας. 4.12.6 ἐπεὶ δʼ ἀξιομάχους ὑπέλαβον εἶναι σφᾶς αὐτοὺς κατὰ τὸ πλῆθος, συστραφέντες ἐνέβαλον τοῖς προμαχομένοις τῶν Ἀχαϊκῶν ἱππέων καὶ ψιλῶν. ὄντες δὲ πλείους, καὶ ποιούμενοι τὴν ἔφοδον ἐξ ὑπερδεξίου, πολὺν μὲν χρόνον ἐκινδύνευσαν, τέλος δʼ ἐτρέψαντο τοὺς συγκαθεστῶτας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.11.5 Polyb. 4.12.3 (English) >>Polyb. 4.12.10

Powered by PhiloLogic