Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.12.11 Polyb. 4.13.5 (English) >>Polyb. 4.14.5

4.13.1

οἱ δὲ Μεγαλοπολῖται, συνέντες τοὺς Αἰτωλοὺς περὶ τὸ Μεθύδριον ἐστρατοπεδευκότας, ἧκον ἀπὸ σάλπιγγος πανδημεὶ βοηθοῦντες τῇ κατὰ πόδας ἡμέρᾳ τῆς μάχης, 4.13.2 καὶ μεθʼ ὧν ζώντων ἤλπισαν κινδυνεύσειν πρὸς τοὺς ὑπεναντίους, τούτους ἠναγκάζοντο θάπτειν ὑπὸ τῶν ἐχθρῶν τετελευτηκότας. 4.13.3 ὀρύξαντες δὲ τάφρον ἐν τῷ τῶν Καφυέων πεδίῳ, καὶ συναθροίσαντες τοὺς νεκρούς, ἐκήδευσαν μετὰ πάσης φιλοτιμίας τοὺς ἠτυχηκότας. 4.13.4 οἱ δʼ Αἰτωλοὶ παραδόξως διʼ αὐτῶν τῶν ἱππέων καὶ τῶν ψιλῶν ποιήσαντες τὸ προτέρημα, λοιπὸν ἤδη μετʼ ἀσφαλείας διὰ μέσης Πελοποννήσου διῄεσαν. 4.13.5 ἐν καιρῷ καταπειράσαντες μὲν τῆς Πελληνέων πόλεως, κατασύραντες δὲ τὴν Σικυωνίαν χώραν, τέλος κατὰ τὸν Ἰσθμὸν ἐποιήσαντο τὴν ἀπόλυσιν. 4.13.6

Τὴν μὲν οὖν αἰτίαν καὶ τὴν ἀφορμὴν συμμαχικὸς πόλεμος ἔσχεν ἐκ τούτων, τὴν δʼ ἀρχὴν ἐκ τοῦ μετὰ ταῦτα γενομένου δόγματος ἁπάντων τῶν συμμάχων· 4.13.7 οἳ συνελθόντες εἰς τὴν τῶν Κορινθίων πόλιν ἐπεκύρωσαν τὸ διαβούλιον διαπροστατεύσαντος Φιλίππου τοῦ βασιλέως.

4.14.1

τὸ δὲ τῶν Ἀχαιῶν πλῆθος μετά τινας ἡμέρας ἁθροισθὲν εἰς τὴν καθήκουσαν σύνοδον, πικρῶς διέκειτο καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν Ἄρατον, ὡς τοῦτον ὁμολογουμένως αἴτιον γεγονότα τοῦ προειρημένου συμπτώματος. 4.14.2 διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς, ἔτι μᾶλλον ἠγανάκτει καὶ παρωξύνετο τὸ πλῆθος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.12.11 Polyb. 4.13.5 (English) >>Polyb. 4.14.5

Powered by PhiloLogic