Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.12.14 Polyb. 4.14.1 (English) >>Polyb. 4.14.8

4.13.5 ἐν καιρῷ καταπειράσαντες μὲν τῆς Πελληνέων πόλεως, κατασύραντες δὲ τὴν Σικυωνίαν χώραν, τέλος κατὰ τὸν Ἰσθμὸν ἐποιήσαντο τὴν ἀπόλυσιν. 4.13.6

Τὴν μὲν οὖν αἰτίαν καὶ τὴν ἀφορμὴν συμμαχικὸς πόλεμος ἔσχεν ἐκ τούτων, τὴν δʼ ἀρχὴν ἐκ τοῦ μετὰ ταῦτα γενομένου δόγματος ἁπάντων τῶν συμμάχων· 4.13.7 οἳ συνελθόντες εἰς τὴν τῶν Κορινθίων πόλιν ἐπεκύρωσαν τὸ διαβούλιον διαπροστατεύσαντος Φιλίππου τοῦ βασιλέως.

4.14.1

τὸ δὲ τῶν Ἀχαιῶν πλῆθος μετά τινας ἡμέρας ἁθροισθὲν εἰς τὴν καθήκουσαν σύνοδον, πικρῶς διέκειτο καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν Ἄρατον, ὡς τοῦτον ὁμολογουμένως αἴτιον γεγονότα τοῦ προειρημένου συμπτώματος. 4.14.2 διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς, ἔτι μᾶλλον ἠγανάκτει καὶ παρωξύνετο τὸ πλῆθος. 4.14.3 ἐδόκει γὰρ πρῶτον ἁμάρτημα προφανὲς εἶναι τὸ μηδέπω τῆς ἀρχῆς αὐτῷ καθηκούσης προλαβόντα τὸν ἀλλότριον καιρὸν ἀναδέχεσθαι τοιαύτας πράξεις ἐν αἷς συνῄδει πολλάκις αὑτῷ διεσφαλμένῳ· 4.14.4 δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων, ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ συνταράξαι τὸν πόλεμον· 4.14.5 τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετʼ ὀλίγων μηδεμιᾶς κατεπειγούσης ἀνάγκης, δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις, εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.12.14 Polyb. 4.14.1 (English) >>Polyb. 4.14.8

Powered by PhiloLogic