Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.13.1 | Polyb. 4.14.3 (English) | >>Polyb. 4.14.9 |
4.13.7 οἳ συνελθόντες εἰς τὴν τῶν Κορινθίων πόλιν ἐπεκύρωσαν τὸ διαβούλιον διαπροστατεύσαντος Φιλίππου τοῦ βασιλέως .
4.14.1
διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς , ἔτι μᾶλλον ἠγανάκτει καὶ παρωξύνετο τὸ πλῆθος .
4.14.3 ἐδόκει γὰρ πρῶτον ἁμάρτημα προφανὲς εἶναι τὸ μηδέπω τῆς ἀρχῆς αὐτῷ καθηκούσης προλαβόντα τὸν ἀλλότριον καιρὸν ἀναδέχεσθαι τοιαύτας πράξεις ἐν αἷς συνῄδει πολλάκις αὑτῷ διεσφαλμένῳ ·
4.14.4 δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων , ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ συνταράξαι τὸν πόλεμον ·
4.14.5 τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετʼ ὀλίγων μηδεμιᾶς κατεπειγούσης ἀνάγκης , δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις , εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν ·
4.14.6 τελευταῖον καὶ μέγιστον τὸ προθέμενον καὶ συμβαλεῖν οὕτως εἰκῇ καὶ ἀσκόπως χρήσασθαι τοῖς πράγμασιν ὥστε παρέντα τὰ πεδία καὶ τὴν τῶν ὁπλιτῶν χρείαν διʼ αὐτῶν τῶν εὐζώνων ταῖς παρωρείαις πρὸς Αἰτωλοὺς ποιήσασθαι τὸν κίνδυνον , οἷς οὐδὲν ἦν τούτου προυργιαίτερον οὐδʼ οἰκειότερον .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.13.1 | Polyb. 4.14.3 (English) | >>Polyb. 4.14.9 |