4.14.4 δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων, ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ συνταράξαι τὸν πόλεμον·
4.14.5 τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετʼ ὀλίγων μηδεμιᾶς κατεπειγούσης ἀνάγκης, δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις, εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν·
4.14.6 τελευταῖον καὶ μέγιστον τὸ προθέμενον καὶ συμβαλεῖν οὕτως εἰκῇ καὶ ἀσκόπως χρήσασθαι τοῖς πράγμασιν ὥστε παρέντα τὰ πεδία καὶ τὴν τῶν ὁπλιτῶν χρείαν διʼ αὐτῶν τῶν εὐζώνων ταῖς παρωρείαις πρὸς Αἰτωλοὺς ποιήσασθαι τὸν κίνδυνον, οἷς οὐδὲν ἦν τούτου προυργιαίτερον οὐδʼ οἰκειότερον.
4.14.7 οὐ μὴν ἀλλʼ ἅμα τῷ προελθόντα τὸν Ἄρατον ἀναμνῆσαι μὲν τῶν προπεπολιτευμένων καὶ πεπραγμένων πρότερον αὑτῷ, φέρειν δʼ ἀπολογισμοὺς περὶ τῶν ἐγκαλουμένων ὡς οὐ γέγονεν αἴτιος τῶν συμβεβηκότων, αἰτεῖσθαι δὲ συγγνώμην, εἰ καί τι παρεώρακε κατὰ τὸν γενόμενον κίνδυνον, οἴεσθαι δὲ δεῖν καὶ καθόλου σκοπεῖσθαι τὰ πράγματα μὴ πικρῶς,
4.14.8 ἀλλʼ ἀνθρωπίνως, οὕτως ταχέως καὶ μεγαλοψύχως μετεμελήθη τὸ πλῆθος ὥστε καὶ τοῖς συνεπιτιθεμένοις αὐτῷ τῶν ἀντιπολιτευομένων ἐπὶ πολὺ δυσαρεστῆσαι καὶ περὶ τῶν ἑξῆς πάντα βουλεύεσθαι κατὰ τὴν Ἀράτου γνώμην. ταῦτα μὲν οὖν εἰς τὴν προτέραν ἔπεσεν ὀλυμπιάδα,