Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.15.2 Polyb. 4.15.10 (English) >>Polyb. 4.16.6

4.15.7 ὥστʼ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους.

Οἱ δʼ Αἰτωλοί, 4.15.8 παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους· 4.15.9 πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον. 4.15.10 ὄντες γὰρ αὐτοὶ σύμμαχοι καὶ τῶν Ἀχαιῶν καὶ τῶν Μεσσηνίων, εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν καὶ συμμαχίαν, τὸν πόλεμον τοῖς Ἀχαιοῖς ἐπήγγελλον· εἰ δʼ ἔχθραν ἕλοιντο πρὸς τοὺς Μεσσηνίους, τὴν εἰρήνην αὐτοῖς ἐποίουν κατὰ μόνας, 4.15.11 ὥστε μηδʼ ὑπὸ λόγον πίπτειν τὴν ἀδικίαν αὐτῶν διὰ τὸ παρηλλαγμένον αὐτῶν τῶν ἐγχειρημάτων.

4.16.1

Οἱ δʼ Ἠπειρῶται καὶ Φίλιππος βασιλεὺς ἀκούσαντες τῶν πρέσβεων τοὺς μὲν Μεσσηνίους εἰς τὴν συμμαχίαν προσέλαβον, 4.16.2 ἐπὶ δὲ τοῖς ὑπὸ τῶν Αἰτωλῶν πεπραγμένοις παραυτίκα μὲν ἠγανάκτησαν, οὐ μὴν ἐπὶ πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτωλούς. 4.16.3 διόπερ οὐδʼ ὠργίσθησαν ἐπὶ πλεῖον, ἀλλʼ ἐψηφίσαντο τὴν εἰρήνην ἄγειν πρὸς αὐτούς· οὕτως συνεχὴς ἀδικία συγγνώμης τυγχάνει μᾶλλον τῆς σπανίου καὶ παραδόξου πονηρίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.15.2 Polyb. 4.15.10 (English) >>Polyb. 4.16.6

Powered by PhiloLogic