Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.14.8 Polyb. 4.15.6 (English) >>Polyb. 4.16.2

4.15.3 τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας αὐτῶν· 4.15.4 συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρʼ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας. δοξάντων δὲ τούτων, 4.15.5 οἱ μὲν Ἀχαιοὶ φέροντες γενναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλιπον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν, 4.15.6 δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέλεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρʼ ἑκατέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα καὶ διακοσίους, 4.15.7 ὥστʼ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους.

Οἱ δʼ Αἰτωλοί, 4.15.8 παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους· 4.15.9 πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.14.8 Polyb. 4.15.6 (English) >>Polyb. 4.16.2

Powered by PhiloLogic