Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.15.9 Polyb. 4.16.4 (English) >>Polyb. 4.16.10

4.16.1

Οἱ δʼ Ἠπειρῶται καὶ Φίλιππος βασιλεὺς ἀκούσαντες τῶν πρέσβεων τοὺς μὲν Μεσσηνίους εἰς τὴν συμμαχίαν προσέλαβον, 4.16.2 ἐπὶ δὲ τοῖς ὑπὸ τῶν Αἰτωλῶν πεπραγμένοις παραυτίκα μὲν ἠγανάκτησαν, οὐ μὴν ἐπὶ πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτωλούς. 4.16.3 διόπερ οὐδʼ ὠργίσθησαν ἐπὶ πλεῖον, ἀλλʼ ἐψηφίσαντο τὴν εἰρήνην ἄγειν πρὸς αὐτούς· οὕτως συνεχὴς ἀδικία συγγνώμης τυγχάνει μᾶλλον τῆς σπανίου καὶ παραδόξου πονηρίας. 4.16.4 Αἰτωλοὶ γοῦν τούτῳ τῷ τρόπῳ χρώμενοι, καὶ λῃστεύοντες συνεχῶς τὴν Ἑλλάδα, καὶ πολέμους ἀνεπαγγέλτους φέροντες πολλοῖς, οὐδʼ ἀπολογίας ἔτι κατηξίουν τοὺς ἐγκαλοῦντας, ἀλλὰ καὶ προσεχλεύαζον, εἴ τις αὐτοὺς εἰς δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων καὶ νὴ Δία τῶν μελλόντων. 4.16.5 οἱ δὲ Λακεδαιμόνιοι, προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου καὶ διὰ τῆς τῶν Ἀχαιῶν φιλοτιμίας, ὀφείλοντες δὲ Μακεδόσι καὶ Φιλίππῳ μηδὲν ὑπεναντίον πράττειν, διαπεμψάμενοι λάθρᾳ πρὸς τοὺς Αἰτωλοὺς φιλίαν διʼ ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν. 4.16.6

Ἤδη δʼ ἐπιλελεγμένων τῶν Ἀχαϊκῶν νεανίσκων καὶ συντεταγμένων ὑπὲρ τῆς βοηθείας τῶν Λακεδαιμονίων καὶ Μεσσηνίων, Σκερδιλαΐδας ὁμοῦ καὶ Δημήτριος Φάριος ἔπλευσαν ἐκ τῆς Ἰλλυρίδος ἐν ἐνενήκοντα λέμβοις ἔξω τοῦ Λίσσου παρὰ τὰς πρὸς Ῥωμαίους συνθήκας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.15.9 Polyb. 4.16.4 (English) >>Polyb. 4.16.10

Powered by PhiloLogic