Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.15.11 Polyb. 4.16.8 (English) >>Polyb. 4.17.3

4.16.5 οἱ δὲ Λακεδαιμόνιοι, προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου καὶ διὰ τῆς τῶν Ἀχαιῶν φιλοτιμίας, ὀφείλοντες δὲ Μακεδόσι καὶ Φιλίππῳ μηδὲν ὑπεναντίον πράττειν, διαπεμψάμενοι λάθρᾳ πρὸς τοὺς Αἰτωλοὺς φιλίαν διʼ ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν. 4.16.6

Ἤδη δʼ ἐπιλελεγμένων τῶν Ἀχαϊκῶν νεανίσκων καὶ συντεταγμένων ὑπὲρ τῆς βοηθείας τῶν Λακεδαιμονίων καὶ Μεσσηνίων, Σκερδιλαΐδας ὁμοῦ καὶ Δημήτριος Φάριος ἔπλευσαν ἐκ τῆς Ἰλλυρίδος ἐν ἐνενήκοντα λέμβοις ἔξω τοῦ Λίσσου παρὰ τὰς πρὸς Ῥωμαίους συνθήκας. 4.16.7 οἳ τὸ μὲν πρῶτον τῇ Πύλῳ προσμίξαντες καὶ ποιησάμενοι προσβολὰς ἀπέπεσον· 4.16.8 μετὰ δὲ ταῦτα Δημήτριος μὲν ἔχων τοὺς πεντήκοντα τῶν λέμβων ὥρμησεν ἐπὶ νήσων, καὶ περιπλέων τινὰς μὲν ἠργυρολόγει, τινὰς δʼ ἐπόρθει τῶν Κυκλάδων· 4.16.9 Σκερδιλαΐδας δὲ ποιούμενος τὸν πλοῦν ὡς ἐπʼ οἴκου προσεῖχε πρὸς Ναύπακτον μετὰ τετταράκοντα λέμβων, πεισθεὶς Ἀμυνᾷ τῷ βασιλεῖ τῶν Ἀθαμάνων, ὃς ἐτύγχανε κηδεστὴς ὑπάρχων αὐτοῦ. 4.16.10 ποιησάμενος δὲ συνθήκας πρὸς Αἰτωλοὺς διʼ Ἀγελάου περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, ὑπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς τὴν Ἀχαΐαν. 4.16.11 συνθέμενοι δὲ ταῦτα πρὸς τὸν Σκερδιλαΐδαν οἱ περὶ τὸν Ἀγέλαον καὶ Δωρίμαχον καὶ Σκόπαν, πραττομένης αὐτοῖς τῆς τῶν Κυναιθέων πόλεως, συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐνέβαλον εἰς



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.15.11 Polyb. 4.16.8 (English) >>Polyb. 4.17.3

Powered by PhiloLogic