Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.16.5 Polyb. 4.17.1 (English) >>Polyb. 4.17.8

4.16.9 Σκερδιλαΐδας δὲ ποιούμενος τὸν πλοῦν ὡς ἐπʼ οἴκου προσεῖχε πρὸς Ναύπακτον μετὰ τετταράκοντα λέμβων, πεισθεὶς Ἀμυνᾷ τῷ βασιλεῖ τῶν Ἀθαμάνων, ὃς ἐτύγχανε κηδεστὴς ὑπάρχων αὐτοῦ. 4.16.10 ποιησάμενος δὲ συνθήκας πρὸς Αἰτωλοὺς διʼ Ἀγελάου περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, ὑπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς τὴν Ἀχαΐαν. 4.16.11 συνθέμενοι δὲ ταῦτα πρὸς τὸν Σκερδιλαΐδαν οἱ περὶ τὸν Ἀγέλαον καὶ Δωρίμαχον καὶ Σκόπαν, πραττομένης αὐτοῖς τῆς τῶν Κυναιθέων πόλεως, συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐνέβαλον εἰς

4.17.1

τὴν Ἀχαΐαν μετὰ τῶν Ἰλλυριῶν. Ἀρίστων δʼ τῶν Αἰτωλῶν στρατηγός, οὐ προσποιούμενος οὐδὲν τῶν γινομένων, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῆς οἰκείας, φάσκων οὐ πολεμεῖν τοῖς Ἀχαιοῖς, ἀλλὰ διατηρεῖν τὴν εἰρήνην, εὔηθες καὶ παιδικὸν πρᾶγμα ποιῶν· 4.17.2 δῆλον γὰρ ὡς εὐήθη καὶ μάταιον εἰκὸς φαίνεσθαι τὸν τοιοῦτον, ὅταν ὑπολαμβάνῃ τοῖς λόγοις ἐπικρύψασθαι τὰς τῶν πραγμάτων ἐναργείας. 4.17.3 οἱ δὲ περὶ τὸν Δωρίμαχον διὰ τῆς Ἀχαιάτιδος ποιησάμενοι τὴν πορείαν, ἧκον ἄφνω πρὸς τὴν Κύναιθαν. 4.17.4 συνέβαινε δὲ τοὺς Κυναιθεῖς, ὄντας Ἀρκάδας, ἐκ πολλῶν χρόνων ἐν ἀκαταπαύστοις καὶ μεγάλαις συνεσχῆσθαι στάσεσι, καὶ πολλὰς μὲν κατʼ ἀλλήλων πεποιῆσθαι σφαγὰς καὶ φυγάς, πρὸς δὲ τούτοις ἁρπαγὰς ὑπαρχόντων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.16.5 Polyb. 4.17.1 (English) >>Polyb. 4.17.8

Powered by PhiloLogic