Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.17.8 Polyb. 4.18.4 (English) >>Polyb. 4.18.11

4.17.12 ἅμα γὰρ τῷ μετασχεῖν τῆς πολιτείας εὐθέως ἐπεσπῶντο τοὺς Αἰτωλοὺς καὶ τούτοις ἔπραττον τὴν πόλιν, σπεύδοντες τοὺς σώσαντας ἅμα καὶ τὴν θρέψασαν ἄρδην ἀπολέσαι.

4.18.1

τὴν δὲ πρᾶξιν τοιᾷδέ τινι τόλμῃ καὶ τοιούτῳ τρόπῳ συνεστήσαντο. 4.18.2 πολέμαρχοι τῶν κατεληλυθότων τινὲς ἐγεγόνεισαν· ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν κλείειν τὰς πύλας καὶ τὸν μεταξὺ χρόνον κυριεύειν τῶν κλειδῶν, ποιεῖσθαι δὲ καὶ τὸ καθʼ ἡμέραν τὴν δίαιταν ἐπὶ τῶν πυλώνων. 4.18.3 οἱ μὲν οὖν Αἰτωλοὶ διεσκευασμένοι καὶ τὰς κλίμακας ἑτοίμας ἔχοντες ἐπετήρουν τὸν καιρόν· 4.18.4 οἱ δὲ πολεμαρχοῦντες τῶν φυγάδων κατασφάξαντες τοὺς συνάρχοντας ἐπὶ τοῦ πυλῶνος ἀνέῳξαν τὴν πύλην. 4.18.5 οὗ συμβάντος τινὲς μὲν τῶν Αἰτωλῶν διὰ ταύτης εἰσέπιπτον, τινὲς δὲ τὰς κλίμακας προσερείσαντες ἐβιάσαντο διὰ τούτων καὶ κατελάμβανον τὸ τεῖχος. οἱ δʼ ἐν τῇ πόλει πάντες, 4.18.6 ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς συντελουμένοις, ἀπόρως καὶ δυσχρήστως εἶχον πρὸς τὸ συμβαῖνον· οὔτε γὰρ πρὸς τοὺς διὰ τῆς πύλης εἰσπίπτοντας οἷοί τʼ ἦσαν βοηθεῖν ἀπερισπάστως διὰ τοὺς πρὸς τὰ τείχη προσβάλλοντας, οὐδὲ μὴν τοῖς τείχεσιν ἐπαμύνειν διὰ τοὺς τῇ πύλῃ βιαζομένους. 4.18.7 οἱ δʼ Αἰτωλοὶ διὰ ταύτας τὰς αἰτίας ταχέως ἐγκρατεῖς γενόμενοι τῆς πόλεως, τῶν ἀδίκων ἔργων ἓν τοῦτʼ ἔπραξαν δικαιότατον· πρώτους γὰρ τοὺς εἰσαγαγόντας καὶ προδόντας αὐτοῖς τὴν πόλιν κατασφάξαντες διήρπασαν τοὺς τούτων βίους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.17.8 Polyb. 4.18.4 (English) >>Polyb. 4.18.11

Powered by PhiloLogic